Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.73 Joseph. AJ 11.79 (English) >>Joseph. AJ 11.83

11.77ἤγαγον δὲ καὶ τὴν σκηνοπηγίαν κατʼ ἐκεῖνον τὸν καιρόν, ὡς νομοθέτης περὶ αὐτῆς διετάξατο, καὶ προσφορὰς μετὰ ταῦτα καὶ τοὺς καλουμένους ἐνδελεχισμοὺς καὶ τὰς θυσίας τῶν σαββάτων καὶ πασῶν τῶν ἁγίων ἑορτῶν, οἵ τε πεποιημένοι τὰς εὐχὰς ἀπεδίδοσαν θύοντες ἀπὸ νουμηνίας τοῦ ἑβδόμου μηνός. 11.78ἤρξαντο δὲ καὶ τῆς οἰκοδομίας τοῦ ναοῦ πολλὰ τοῖς τε λατόμοις καὶ τέκτοσι χρήματα δόντες καὶ τὰ πρὸς τροφὴν τῶν εἰσαγομένων, τοῖς τε Σιδωνίοις ἡδὺ καὶ κοῦφον ἦν τά τε κέδρινα κατάγουσιν ἐκ τοῦ Λιβάνου ξύλα δήσασιν αὐτὰ καὶ σχεδίαν πηξαμένοις εἰς τὸν τῆς Ἰόππης κομίζειν λιμένα· τοῦτο γὰρ πρῶτος μὲν Κῦρος ἐκέλευσεν, τότε δὲ Δαρείου κελεύσαντος ἐγίνετο. 11.79

Ὧν τῷ δευτέρῳ ἔτει τῆς εἰς Ἱεροσόλυμα καθόδου τῶν Ἰουδαίων μηνὶ δευτέρῳ παραγενομένων συνείχετο τοῦ ναοῦ κατασκευή· καὶ τοὺς θεμελίους ἐγείραντες τῇ νουμηνίᾳ τοῦ δευτέρου μηνὸς τοῦ δευτέρου ἔτους ἐπῳκοδόμουν, προστησάμενοι τῶν ἔργων Λευιτῶν τε τοὺς εἰκοστὸν ἔτος ἤδη γεγονότας καὶ Ἰησοῦν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς ἀδελφοὺς καὶ Ζοδμοῆλον τὸν ἀδελφὸν Ἰούδα τοῦ Ἀμιναδάβου καὶ τοὺς υἱοὺς αὐτοῦ. 11.80καὶ μὲν ναὸς πάσῃ χρησαμένων σπουδῇ τῶν τὴν ἐπιμέλειαν ἐγκεχειρισμένων θᾶττον προσεδόκησεν ἄν τις ἔλαβεν τέλος. ἀπαρτισθέντος δὲ τοῦ ἱεροῦ μετὰ σαλπίγγων οἱ ἱερεῖς ταῖς συνήθεσι στολαῖς κεκοσμημένοι καὶ οἱ Λευῖται καὶ οἱ Ἀσάφου παῖδες ἀναστάντες ὕμνουν τὸν θεόν, ὡς τὴν εἰς αὐτὸν εὐλογίαν Δαυίδης κατέδειξε πρῶτος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.73 Joseph. AJ 11.79 (English) >>Joseph. AJ 11.83

Powered by PhiloLogic